Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.12 Joseph. AJ 2.18 (English) >>Joseph. AJ 2.22

2.16τὴν μὲν σελήνην καὶ τὸν ἥλιον μητρὶ καὶ πατρί, τῆς μὲν αὐξούσης ἅπαντα καὶ τρεφούσης τοῦ δʼ ἐκτυποῦντος καὶ τὴν ἄλλην ἰσχὺν ἐντιθέντος εἰκάζων, τοὺς δʼ ἀστέρας τοῖς ἀδελφοῖς· καὶ γὰρ τούτους ἕνδεκα εἶναι καθάπερ καὶ τοὺς ἀστέρας ἀπό τε ἡλίου καὶ σελήνης τὴν ἰσχὺν λαμβάνοντας. 2.17

Καὶ μὲν Ἰάκωβος τοιαύτην οὐκ ἀσυνέτως ἐποιήσατο τῆς ὄψεως τὴν κρίσιν, τοὺς δʼ ἀδελφοὺς τοῦ Ἰωσήπου σφόδρα ἐλύπησε τὰ προειρημένα καὶ διετέθησαν ὡς ἐπʼ ἀλλοτρίῳ τινὶ μέλλοντι τὰ σημαινόμενα διὰ τῶν ὀνειράτων ἀγαθὰ ἕξειν, ἀλλʼ οὐκ ἀδελφῷ καὶ ὧν συναπολαύσειν αὐτῷ εἰκὸς ἦν κοινωνοὺς ὡς τῆς γενέσεως οὕτως καὶ τῆς εὐδαιμονίας ἐσομένους· 2.18ἀνελεῖν τε ὡρμήκεσαν τὸ μειράκιον, καὶ ταύτην κυρώσαντες τὴν βουλήν, ἐπεὶ τὰ τῆς συγκομιδῆς αὐτοῖς πέρας εἶχεν, ἐπὶ Σικίμων τραπέντες, χώρα δʼ ἐστὶν αὕτη βόσκειν ἀγαθὴ θρέμματα καὶ νομὰς ἐκφέρειν, αὐτόθι τῶν ποιμνίων ἐπεμελοῦντο μὴ προδηλώσαντες τῷ πατρὶ τὴν ἐκεῖσε ἄφιξιν. 2.19 δὲ ὑπὸ τῆς ἀγνοίας καὶ τοῦ μηδὲ ἀπὸ τῶν ποιμνίων πρὸς αὐτὸν ἀφικέσθαι τινὰ τὸν περὶ τῶν παίδων αὐτῷ τἀληθὲς σημαίνειν δυνάμενον, σκυθρωπότερον τὴν περὶ αὐτῶν διάνοιαν λαμβάνων καὶ περιδεὴς ὢν πέμπει τὸν Ἰώσηπον εἰς τὰ ποίμνια μαθησόμενον τὰ περὶ τῶν ἀδελφῶν καὶ τί πράττοιεν σημανοῦντα.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.12 Joseph. AJ 2.18 (English) >>Joseph. AJ 2.22

Powered by PhiloLogic